Songtexte.com Drucklogo

Faientai moi Songtext
von Trinovox

Faientai moi Songtext

φαίνεταί μοι κῆνος ἴσος θέοισιν
ἔμμεν′ ὤνηρ ὄττις ἐνάντιός τοι
ἰσδάνει καὶ πλάσιον ἆδυ φωνεί-
σας ὐπακούει,

καὶ γελαίσας ἰμέροεν, τό μ' ἦ μὰν
καρδίαν ἐν στήθεσιν ἐπτόαισεν.
ὠς γὰρ ἔς σ′ ἴδω βρόχε' ὤς με φώναι-
σ' οὐδ′ ἒν ἔτ′ εἴκει,


ἀλλὰ κὰμ μὲν γλῶσσα ἔαγε, λέπτον
δ' αὔτικα χρῷ πῦρ ὐπαδεδρόμηκεν,
ὀππάτεσσι δ′ οὐδ' ἒν ὄρημμ′, ἐπιρρόμ-
βεισι δ' ἄκουαι:

ἔκ δέ μ′ ἴδρως κακχέεται, τρόμος δὲ
παῖσαν ἄγρει, χλωροτέρα δὲ ποίας
ἔμμι, τεθνάκην δ' ὀλίγω 'πιδεύης
φαίνομ′ ἔμ′ αὔτᾳ

ἀλλὰ κὰμ μὲν γλῶσσα ἔαγε, λέπτον
δ' αὔτικα χρῷ πῦρ ὐπαδεδρόμηκεν,
ὀππάτεσσι δ′ οὐδ' ἒν ὄρημμ′, ἐπιρρόμ-
βεισι δ' ἄκουαι

Songtext kommentieren

Log dich ein um einen Eintrag zu schreiben.
Schreibe den ersten Kommentar!

Beliebte Songtexte
von Trinovox

Quiz
Wer ist auf der Suche nach seinem Vater?

Fans

»Faientai moi« gefällt bisher niemandem.